Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.343 Joseph. AJ 16.348 (English) >>Joseph. AJ 16.353

16.346 μὲν δὴ πόλεμος, ὡς οὗτοι τραγῳδοῦντες ἔλεγον, καὶ τὰ τῆς ἐπιστρατείας τοιαῦτα. καίτοι πῶς ἂν εἴη πόλεμος, ἐπιτρεψάντων μὲν τῶν σῶν ἡγεμόνων, δεδωκυίας δὲ τῆς συνθήκης, ἠσεβημένου δὲ μετὰ τῶν ἄλλων θεῶν καὶ τοῦ σοῦ, Καῖσαρ, ὀνόματος; 16.347τὰ δὲ περὶ τοὺς αἰχμαλώτους ἑξῆς ἤδη λεκτέον. λῃσταὶ τῶν τὸν Τράχωνα κατοικούντων τετταράκοντα τὸ πρῶτον εἶτʼ αὖθις πλείονες τὰς Ἡρώδου κολάσεις διαφεύγοντες ὁρμητήριον ἐποιήσαντο τὴν Ἀραβίαν. τούτους ὑπεδέξατο Σύλλαιος ἐπὶ πάντας ἀνθρώπους τρέφων καὶ χώραν ἔδωκε νέμεσθαι καὶ τὰ κέρδη τῶν λῃστῶν αὐτὸς ἐλάμβανεν. 16.348ὡμολόγησε δὲ καὶ τούτους ἐπὶ τοῖς αὐτοῖς ὅρκοις ἀποδώσειν κατὰ τὴν αὐτὴν τοῦ δανείου προθεσμίαν. καὶ δύναιτʼ ἂν οὐκ ἐπιδεῖξαι κατὰ τὸ παρὸν οὔτʼ ἄλλον τινὰ τῆς Ἀράβων χώρας τούτους ἐξῃρημένους οὔτε πάντας, ἀλλʼ ὅσοι μὴ λαθεῖν ἴσχυσαν. 16.349οὕτως οὖν καὶ τοῦ τῆς αἰχμαλωσίας ἐπιφθόνου συκοφαντήματος πεφηνότος μέγιστον, Καῖσαρ, κατάμαθε πλάσμα καὶ ψεῦσμα πρὸς τὴν σὴν ὀργὴν αὐτῷ ποιηθέν. 16.350φημὶ γὰρ ἐπελθούσης ἡμῖν τῆς τῶν Ἀράβων δυνάμεως καὶ τῶν περὶ Ἡρώδην πεσόντος ἑνὸς καὶ δευτέρου, τότε μόλις ἀμυνομένου Νάκεβον τὸν στρατηγὸν αὐτῶν καὶ περὶ πέντε καὶ εἴκοσι τοὺς πάντας ὧν ἕκαστον αὐτὸς εἰς ἑκατὸν ἀναφέρων δισχιλίους καὶ πεντακοσίους τοὺς ἀπολωλότας ἔλεγεν.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.343 Joseph. AJ 16.348 (English) >>Joseph. AJ 16.353

Powered by PhiloLogic